10 ἦν δέ τις μαθητὴς ἐν δαμασκῶ ὀνόματι ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι ὁ κύριος, ἁνανία. ὁ δὲ εἶπεν, ἰδοὺ ἐγώ, κύριε.
11 ὁ δὲ κύριος πρὸς αὐτόν, ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ ἰούδα σαῦλον ὀνόματι ταρσέα· ἰδοὺ γὰρ προσεύχεται,
12 καὶ εἶδεν ἄνδρα [ἐν ὁράματι] ἁνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῶ [τὰς] χεῖρας ὅπως ἀναβλέψῃ.
İncil — Grekçe Yeni Antlaşma